
%20-%20%CE%91%CE%BD%CF%84%CE%B9%CE%B3%CF%81%CE%B1%CF%86%CE%AE.png)
Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ.
Καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· Διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Πορευθέντες δὲ μάθετε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς εἰς μετάνοιαν.
Απόδοση σε νεοελληνική το Ευαγγέλιο Κυριακής
Αγίου Αποστόλου και Ευαγγελιστού Ματθαίου
Εκεῖνο τόν καιρό, προχωρώντας ὁ Ἰησοῦς, εἶδε νά κάθεται στό τελωνεῖο ἕνας ἄνθρωπος πού τόν ἔλεγαν Ματθαῖο, καί τοῦ λέει: «Ἀκολούθησέ με». Κι ἐκεῖνος σηκώθηκε καί τόν ἀκολούθησε. Ἐνῶ ἔτρωγε στό σπίτι, ἦρθαν πολλοί τελῶνες κι ἁμαρτωλοί καί κάθισαν μαζί μέ τόν Ἰησοῦ καί τούς μαθητές του στό τραπέζι.
Ὅταν τό εἶδαν αὐτό οἱ Φαρισαῖοι, εἶπαν στούς μαθητές του: «Γιατί ὁ δάσκαλός σας τρώει μέ τούς τελῶνες καί τούς ἁμαρτωλούς;» Ὁ Ἰησοῦς, πού τό ἄκουσε, τούς εἶπε: «Δέν ἔχουν ἀνάγκη ἀπό γιατρό οἱ ὑγιεῖς ἀλλά οἱ ἄρρωστοι. Καί πηγαίνετε νά μάθετε τί σημαίνει, ἀγάπη θέλω καί ὄχι θυσία. Γιατί δέν ἦρθα νά καλέσω σέ μετάνοια τούς δικαίους ἀλλά τούς ἁμαρτωλούς».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου