
ΠΑΤΕΡ
ΑΦΕΣ ΑΥΤΟΙΣ
«Σήμερον κρεμᾶται ἐπὶ ξύλου ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας.
Στέφανον ἐξ ἀκανθῶν περιτίθεται ὁ τῶν ἀγγέλων Βασιλεύς.
Ψευδῆ πορφύραν περιβάλλεται ὁ περιβάλλων τὸν οὐρανὸν ἐν Νεφέλαις.
Ράπισμα κατεδέξατο ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ.
Ἥλοις προσηλώθη ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Λόγχῃ ἐκεντήθη ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμεν σου τὰ πάθη, Χριστέ.
Δεῖξον ἡμῖν καὶ τὴν ἔνδοξόν σου ἀνάστασιν».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου