
%20-%20%CE%91%CE%BD%CF%84%CE%B9%CE%B3%CF%81%CE%B1%CF%86%CE%AE.png)
Τῷ καιρῷ ἐκείνῳ, εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· Τί ζητεῖτε; Οἱ δὲ εἶπον αὐτῷ· Ραββί· ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε· ποῦ μένεις; Λέγει αὐτοῖς· Ἔρχεσθε καὶ ἵδετε. Ἦλθον οὖν καὶ εἶδον ποῦ μένει, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου