Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε
Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων. Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς,
κατεσκεύασέ σε ποιητής, Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρα σου, καὶ πάντας σοι
προσφωνεῖν διδάξας.
Χαῖρε, ἡ στήλη τῆς παρθενίας,
Χαῖρε, ἡ πύλη τῆς σωτήριας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως,
Χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς
συλληφθέντας αἰσχρῶς,
Χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς
συληθέντας τὸν νοῦν.
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν
καταργοῦσα,
Χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας
τεκοῦσα.
Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως,
Χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλὴ κουροτρόφε παρθένων,
Χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου